Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.83 Joseph. AJ 12.90 (English) >>Joseph. AJ 12.95

12.87σπεύδων δʼ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ἱεροσολύμων πρεσβύταις ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος· 12.88οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός· τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν. 12.89ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, τῷ βασιλεῖ κομίσαι ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων. 12.90ὡς δʼ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἥρμοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν. 12.91ἐκβοησάντων δʼ ὑφʼ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ διʼ ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα. 12.92κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν. τὴν μέντοι γε ἡμέραν, καθʼ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.83 Joseph. AJ 12.90 (English) >>Joseph. AJ 12.95

Powered by PhiloLogic